ἐς δόμον τὸν Ἀτρειδᾶν ᾔσχυνε ξενίαν τράπε- ζαν κλοπαῖσι γυναικός. Χορός λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράς τε καὶ κλόνους λογχίμους ναυβάτας θʼ ὁπλισμούς, ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰν βέβακεν ῥίμφα διὰ πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δʼ ἔστενον τόδʼ ἐννέποντες δόμων προφῆται· ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι, ἰὼ λέχος καὶ στίβοι φιλάνορες. πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους ἄλγιστʼ ἀφημένων ἰδεῖν. πόθῳ δʼ ὑπερποντίας φάσμα δόξει δόμων ἀνάσσειν. εὐμόρφων δὲ κολοσσῶν ἔχθεται χάρις ἀνδρί· ὀμμάτων δʼ ἐν ἀχηνίαις ἔρρει πᾶσʼ Ἀφροδίτα. Χορός ὀνειρόφαντοι δὲ πενθήμονες πάρεισι δόξαι φέρου- σαι χάριν ματαίαν. μάταν γάρ, εὖτʼ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ, παραλλάξασα διὰ χερῶν βέβακεν ὄψις οὐ μεθύστερον πτεροῖς ὀπαδοῦσʼ ὕπνου κελεύθοις. τὰ μὲν κατʼ οἴκους ἐφʼ ἑστίας ἄχη τάδʼ ἐστὶ καὶ τῶνδʼ ὑπερβατώτερα. τὸ πᾶν δʼ ἀφʼ Ἕλλανος αἴας συνορμένοις