πάρεστιν τοῦτό γʼ ἐξιχνεῦσαι. ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν ὅσοις ἀθίκτων χάρις πατοῖθʼ· ὁ δʼ οὐκ εὐσεβής. πέφανται δʼ ἐκτίνουσʼ ἀτολμήτων ἀρὴ πνεόντων μεῖζον ἢ δικαίως, φλεόντων δωμάτων ὑπέρφευ ὑπὲρ τὸ βέλτιστον. ἔστω δʼ ἀπή- μαντον, ὥστʼ ἀπαρκεῖν εὖ πραπίδων λαχόντα. οὐ γὰρ ἔστιν ἔπαλξις πλούτου πρὸς κόρον ἀνδρὶ λακτίσαντι μέγαν Δίκας βωμὸν εἰς ἀφάνειαν. Χορός βιᾶται δʼ ἁ τάλαινα πειθώ, προβούλου παῖς ἄφερτος ἄτας. ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη, πρέπει δέ, φῶς αἰνολαμπές, σίνος· κακοῦ δὲ χαλκοῦ τρόπον τρίβῳ τε καὶ προσβολαῖς μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ διώκει παῖς ποτανὸν ὄρνιν, πόλει πρόστριμμʼ ἄφερτον ἐνθείς. λιτᾶν δʼ ἀκούει μὲν οὔτις θεῶν· τὸν δʼ ἐπίστροφον τῶν φῶτʼ ἄδικον καθαιρεῖ. οἷος καὶ Πάρις ἐλθὼν