<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="308">φλέγουσαν· ἔστʼ ἔσκηψεν εὖτʼ ἀφίκετο</l><l n="309">Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·</l><l n="310">κἄπειτʼ  Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος</l><l n="311">φάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός.</l><l n="312">τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,</l><l n="313">ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι·</l><l n="314">νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών.</l><l n="315">τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω</l><l n="316">ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.</l></sp><sp><speaker>Χορός</speaker><l n="317">θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.</l><l n="318">λόγους δʼ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι</l><l n="319">διηνεκῶς θέλοιμʼ ἂν ὡς λέγοις πάλιν.</l></sp><milestone ed="p" n="320" unit="card"/><sp><speaker>Κλυταιμήστρα</speaker><l n="320">Τροίαν  Ἀχαιοὶ τῇδʼ ἔχουσʼ ἐν ἡμέρᾳ.</l><l n="321">οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.</l><l n="322">ὄξος τʼ ἄλειφά τʼ ἐγχέας ταὐτῷ κύτει</l><l n="323">διχοστατοῦντʼ ἄν, οὐ φίλω, προσεννέποις.</l><l n="324">καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα</l><l n="325">φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.</l><l n="326">οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες</l><l n="327">ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων</l><l n="328">παῖδες γερόντων οὐκέτʼ ἐξ ἐλευθέρου</l><l n="329">δέρης ἀποιμώζουσι φιλτάτων μόρον·</l><l n="330">τοὺς δʼ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος</l><l n="331">νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις</l><l n="332">τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,</l><l n="333">ἀλλʼ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.</l><l n="334">ἐν <add>δʼ</add> αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν</l><l n="335">ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων</l><l n="336">δρόσων τʼ ἀπαλλαγέντες, ὡς δʼ εὐδαίμονες</l><l n="337">ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.</l></sp></div></div></body></text></TEI>