ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει· αὐτός τʼ ἔγωγε φροίμιον χορεύσομαι. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας. γένοιτο δʼ οὖν μολόντος εὐφιλῆ χέρα ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. τὰ δʼ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας βέβηκεν· οἶκος δʼ αὐτός, εἰ φθογγὴν λάβοι, σαφέστατʼ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι. Χορός δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου μέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρου τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν στόλον Ἀργείων χιλιοναύτην, τῆσδʼ ἀπὸ χώρας ἦραν, στρατιῶτιν ἀρωγὰν, μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη τρόπον αἰγυπιῶν, οἵτʼ ἐκπατίοις ἄλγεσι παίδων ὕπατοι λεχέων στροφοδινοῦνται πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρη πόνον ὀρταλίχων ὀλέσαντες· ὕπατος δʼ ἀίων ἤ τις Ἀπόλλων ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον γόον ὀξυβόαν τῶνδε μετοίκων ὑστερόποινον πέμπει παραβᾶσιν Ἐρινύν.