<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="278">ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;</l></sp><sp><speaker>Κλυταιμήστρα</speaker><l n="279">τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω.</l></sp><sp><speaker>Χορός</speaker><l n="280">καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος;</l></sp><milestone ed="p" n="281" unit="card"/><sp><speaker>Κλυταιμήστρα</speaker><l n="281">Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.</l><l n="282">φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς</l><l n="283">ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας</l><l n="284">Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον</l><l n="285">Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,</l><l n="286">ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,</l><l n="287">ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν</l><l n="288"><gap reason="lost"/><sic>πεύκη</sic> τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,</l><l n="289">σέλας παραγγείλασα Μακίστου σκοπαῖς·</l><l n="290">ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ</l><l n="291">νικώμενος παρῆκεν ἀγγέλου μέρος·</l><l n="292">ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς</l><l n="293">Μεσσαπίου φύλαξι σημαίνει μολόν.</l><l n="294">οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω</l><l n="295">γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.</l><l n="296">σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,</l><l n="297">ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην</l><l n="298">φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας</l><l n="299">ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.</l><l n="300">φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο</l><l n="301">φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·</l><l n="302">λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·</l><l n="303">ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενον</l><l n="304">ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.</l><l n="305">πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένει</l><l n="306">φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ</l><l n="307">πορθμοῦ κάτοπτον πρῶνʼ ὑπερβάλλειν πρόσω</l></sp></div></div></body></text></TEI>