τὰ δʼ ἔνθεν οὔτʼ εἶδον οὔτʼ ἐννέπω· τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. Δίκα δὲ τοῖς μὲν παθοῦσ- ιν μαθεῖν ἐπιρρέπει· τὸ μέλλον δʼ , ἐπεὶ γένοιτʼ, ἂν κλύοις· πρὸ χαιρέτω· ἴσον δὲ τῷ προστένειν. τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς. πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς θέλει τόδʼ ἄγχιστον Ἀ- πίας γαίας μονόφρουρον ἕρκος. Χορός ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος· δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν γυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου. σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς, κλύοιμʼ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος. Κλυταιμήστρα εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία, ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν· Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν. Χορός πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας. Κλυταιμήστρα Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω; Χορός χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη. Κλυταιμήστρα εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ. Χορός τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ; Κλυταιμήστρα ἔστιν· τί δʼ οὐχί; μὴ δολώσαντος θεοῦ. Χορός πότερα δʼ ὀνείρων φάσματʼ εὐπιθῆ σέβεις; Κλυταιμήστρα οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός. Χορός ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις; Κλυταιμήστρα παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας.