γᾷ περιόργως ἐπιθυ- μεῖν θέμις. εὖ γὰρ εἴη. Χορός ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνον φρενὸς πνέων δυσσεβῆ τροπαίαν ἄναγνον ἀνίερον, τόθεν τὸ παντότολμον φρονεῖν μετέγνω. βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖν θυτὴρ γενέσθαι θυγατρός, γυναικοποίνων πολέμων ἀρωγὰν καὶ προτέλεια ναῶν. Χορός λιτὰς δὲ καὶ κληδόνας πατρῴους παρʼ οὐδὲν αἰῶ τε παρθένειον ἔθεντο φιλόμαχοι βραβῆς. φράσεν δʼ ἀόζοις πατὴρ μετʼ εὐχὰν δίκαν χιμαίρας ὕπερθε βωμοῦ πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ λαβεῖν ἀέρδην, στόματός τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν φθόγγον ἀραῖον οἴκοις, Χορός βίᾳ χαλινῶν τʼ ἀναύδῳ μένει. κρόκου βαφὰς δʼ ἐς πέδον χέουσα ἔβαλλʼ ἕκαστον θυτήρ- ων ἀπʼ ὄμματος βέλει φιλοίκτῳ, πρέπουσά θʼ ὡς ἐν γραφαῖς, προσεννέπειν θέλουσʼ, ἐπεὶ πολλάκις πατρὸς κατʼ ἀνδρῶνας εὐτραπέζους ἔμελψεν, ἁγνᾷ δʼ ἀταύρωτος αὐδᾷ πατρὸς φίλου τριτόσπονδον εὔ- ποτμον παιῶνα φίλως ἐτίμα—