μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ- νοντʼ Ἀχαιικὸς λεώς, Χαλκίδος πέραν ἔχων παλιρρόχ- θοις ἐν Αὐλίδος τόποις· Χορός πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι νήστιδες δύσορμοι, βροτῶν ἄλαι, ναῶν τε καὶ πεισμάτων ἀφειδεῖς, παλιμμήκη χρόνον τιθεῖσαι τρίβῳ κατέξαινον ἄν- θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βριθύτερον πρόμοισιν μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκ- τροις ἐπικρούσαντας Ἀτρεί- δας δάκρυ μὴ κατασχεῖν· Χορός ἄναξ δʼ ὁ πρέσβυς τότʼ εἶπε φωνῶν· βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, βαρεῖα δʼ, εἰ τέκνον δαΐ- ξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισιν ῥείθροις πατρῴους χέρας πέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν, πῶς λιπόναυς γένωμαι ξυμμαχίας ἁμαρτών; παυσανέμου γὰρ θυσίας παρθενίου θʼ αἵματος ὀρ-