οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος. τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν μόρσιμʼ ἀπʼ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις· τοῖς δʼ ὁμόφωνον αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω. Χορός Ζεύς, ὅστις ποτʼ ἐστίν, εἰ τόδʼ αὐ- τῷ φίλον κεκλημένῳ, τοῦτό νιν προσεννέπω. οὐκ ἔχω προσεικάσαι πάντʼ ἐπισταθμώμενος πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος χρὴ βαλεῖν ἐτητύμως. Χορός οὐδʼ ὅστις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει βρύων, οὐδὲ λέξεται πρὶν ὤν· ὃς δʼ ἔπειτʼ ἔφυ, τρια- κτῆρος οἴχεται τυχών. Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων τεύξεται φρενῶν τὸ πᾶν· Χορός τὸν φρονεῖν βροτοὺς ὁδώ- σαντα, τὸν πάθει μάθος θέντα κυρίως ἔχειν. στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίας μνησιπήμων πόνος· καὶ παρʼ ἄ- κοντας ἦλθε σωφρονεῖν. δαιμόνων δέ που χάρις βίαιος σέλμα σεμνὸν ἡμένων. Χορός καὶ τόθʼ ἡγεμὼν ὁ πρέ- σβυς νεῶν Ἀχαιικῶν,