θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ. αὕτη αὕτη Auratus: αὐτὴ codd. δὲ πολλῶν χρημάτων ἐξαίρετον ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο. ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε, εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν. Κλυταιμήστρα ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει; τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον ἰσάργυρον Salmasius: εἰς ἄργυρον codd. κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ, ἄναξ ] fort. ἅλις Karsten ἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος. πολλῶν πατησμὸν δ᾽ εἱμάτων δ᾽ εἱμάτων Canter: δειμάτων codd. ἂν ηὐξάμην, δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις, ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. μηχανωμένῃ Abresch: μηχανωμένης codd. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους, σκιὰν ὑπερτείνασα σειρίου κυνός. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν: μολόν Voss: μολών codd. ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ἀπ᾽ Auratus: τἀπ᾽ Fl: τ᾽ ἀπ᾽ Fa ὄμφακος πικρᾶς οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει, ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει: μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν. Χορός τίπτε μοι τόδ᾽ ἐμπέδως δεῖμα δεῖμα Fa: δεῖγμα Fl προστατήριον καρδίας τερασκόπου ποτᾶται, μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά, οὐδ᾽ ἀποπτύσαι ἀποπτύσαι Fa: ἀποπτύσας Fl δίκαν δυσκρίτων ὀνειράτων θάρσος εὐπειθὲς ἵζει ἵζει Scaliger: ἵξει V Fa: ἴξει Fl