τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών: ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου. λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ. εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ πράσσοιμεν Dindorf ἄν, εὐθαρσὴς ἐγώ. Κλυταιμήστρα καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί. Ἀγαμέμνων γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ. Κλυταιμήστρα ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε; Ἀγαμέμνων εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος. Κλυταιμήστρα τί δ᾽ ἂν δοκεῖ δοκεῖ Stanley: δοκῇ codd. σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν; Ἀγαμέμνων ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. δοκῇ Fl Κλυταιμήστρα μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς αἰδεσθεὶς Fl ψόγον. Ἀγαμέμνων φήμη γε μέντοι δημόθρους μέγα σθένει. Κλυταιμήστρα ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει. Ἀγαμέμνων οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. Κλυταιμήστρα τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει. Ἀγαμέμνων ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις; Κλυταιμήστρα πιθοῦ: κράτος μέντοι πάρες γ᾽ πάρες γ᾽ ] fort. παρείς γ᾽ Karsten ἑκὼν ἐμοί. Ἀγαμέμνων ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος. πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν δωματοφθορεῖν Schütz: σωματοφθορεῖν codd. ποσὶν φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς. τούτων τούτων ] τοὐμὸν Emer μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶς τήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς