βωμοὶ δώροισι φλέγονται: ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης λαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ μαλακαῖς ἀδόλοισι παρηγορίαις, πελάνῳ μυχόθεν βασιλείῳ. τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν καὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽ φαίνουσ᾽ Fl Fa: φαίνεις M: fort. φανθεῖσ᾽ Pauw ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον τῆς θυμοβόρου φρένα λύπης. τῆς θυμοβόρου φρένα λύπης Hermann: τὴν θυμοφθόρον λύπης φρένα M: τὴν θυμοβόρον λ. φ. Fl: fort. λύπης, θυμοφθόρον ἄτην H. L. Ahrens Χορός κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύει πειθοῖ μολπᾶν ἀλκὰν πειθοῖ μολπᾶν ἀλκὰν Helller, Camppbell: πειθὼ μολπὰν ἀλκὰν codd. (in M correctum ex μολπᾶν ) σύμφυτος αἰών: ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας ξύμφρονε ταγώ, ξύμφρονε ταγώ Dindorf: ξύμφρονα τᾶν γᾶν M: ταγάν recc. πέμπει σὺν δορὶ καὶ χερὶ καὶ χερὶ Ar. Ran. 1288: δίκας codd. πράκτορι θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νε- ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς, ἀργᾶς Blomfield: ἀργίας M φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου παμπρέπτοις ἐν ἕδραισι, βοσκόμενοι λαγίναν, ἐρικύμονα ἐρικύμονα recc.: ἐρικύματα M φέρματα, φέρματα Hartung: φέρματι codd. γένναν, βλαβέντα λοισθίων δρόμων. αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.