ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν, πολλὰς κλύουσαν κληδόνας κληδόνας Auratus: ἡδονὰς codd. παλιγκότους: καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν ἁνὴρ ἀνὴρ Hermann: ἁνὴρ codd. ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο φάτις, τέτρηται τέτρηται H. L. Ahrens: τέτρωται codd. δικτύου πλέον πλέον Dindorf: πλέω codd. λέγειν. εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι, τρισώματός τἂν τἂν Wellauer: τ᾽ ἂν codd. Γηρυὼν ὁ δεύτερος [πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,] seclusit schütz χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν, λαβεῖν Paley: λαβών codd. ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι. τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἀνημμένης Wecklein ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, πιστωμάτων Sanheim: πιστευμάτων codd. ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε. τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν κίνδυνον, εἴ τε δημόθρους ἀναρχία βουλὴν καταρρίψειεν, καταρράψειεν Scaliger ὥστε σύγγονον βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει. ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών. ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν