παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε, φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν. δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει. εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι, ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς, δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί. μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει, ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος: εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον: ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων, ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου. πῆμ᾽ ἀποστρέψαι νόσου Porson: πήματος τρέψαι νόσον codd. νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι, οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν. νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι. Κλυταιμήστρα ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους λέξαι πρὸς ὑμᾶς: ἐν χρόνῳ δ᾽ ἀποφθίνει τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα μαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον τοσόνδ᾽ ὅσον περ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα