οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων †θράσος ἑκούσιον† corruta codd. lectio: θράσος ἐκ θυσιῶν H. L. Ahrens: θάρσος ἑτώσιον Wecklein ἀνδράσι θνῄσκουσι κομίζων. νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως εὔφρων πόλις πόλις M. Schmidt: πόνος codd.: πνόος Weil εὖ τελέσασιν. γνώσει δὲ χρόνῳ διαπευθόμενος τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν. Ἀγαμέμνων πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν Πριάμου: δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς φθορᾶς Dobree εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως ψήφους ἔθεντο: τῷ δ᾽ ἐναντίῳ κύτει ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις. ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ σποδὸς προπέμπει πίονας πλούτου πνοάς. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους ἐφραξάμεσθα ἐφραξάμεσθα Francken: ἐπραξάμεσθα codd. καὶ γυναικὸς οὕνεκα πόλιν διημάθυνεν Ἀργεῖον δάκος, ἵππου νεοσσός, ἀσπιδοστρόφος λεώς, πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν: ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων ἄδην ἔλειξεν αἵματος τυραννικοῦ. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε: τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων, καὶ φημὶ ταὐτὰ ταὐτὰ Auratus: ταῦτα codd. καὶ συνήγορόν μ᾽ ἔχεις.