νας μελάθροισιν Ἄτας, εἰδομένας εἰδομένας Casaubon: εἰδομέναν codd. τοκεῦσιν. Χορός Δίκα δὲ λάμπει μὲν ἐν δυσκάπνοις δώμασιν, τὸν δ᾽ ἐναίσιμον τίει [βίον]. βίον seclusit H. L. Ahrens τὰ χρυσόπαστα δ᾽ ἔδεθλα ἔδεθλα Auratus: ἐσθλὰ codd. σὺν πίνῳ χερῶν παλιντρόποις ὄμμασι λιποῦσ᾽, ὅσια προσέμολε προσέμολε Hermann: προσέβα τοῦ codd. δύναμιν οὐ σέβουσα πλού- του παράσημον αἴνῳ: πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ. Χορός ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ᾽, πτολίπορθ᾽ Blomfield: πολίπορθ᾽ codd. Ἀτρέως γένεθλον, πῶς σε προσείπω; πῶς σε σεβίζω μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας καιρὸν χάριτος; πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι προτίουσι δίκην παραβάντες. τῷ δυσπραγουντι δ᾽ ἐπιστενάχειν πᾶς τις ἕτοιμος: δῆγμα δῆγμα Stobaeus 112. 12, Fa: δεῖγμα Fl δὲ λύπης οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται: καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς ἀγέλαστα πρόσωπα βιαζόμενοι. ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων, οὐκ ἔστι λαθεῖν ὄμματα φωτός, τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας ὑδαρεῖ σαίνειν φιλότητι. σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν Ἑλένης ἕνεκ᾽, οὐ γάρ <σ᾽> σ᾽ add. Musgrave ἐπικεύσω, κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος,