λέγοιμ᾽ ἂν φρόνημα μὲν νηνέμου γαλάνας, ἀκασκαῖον <δ᾽> δ᾽ add. Porson ἄγαλμα πλούτου, μαλθακὸν ὀμμάτων βέλος, δηξίθυμον ἔρωτος ἄνθος. παρακλίνασ᾽ ἐπέκρανεν δὲ γάμου πικρὰς τελευτάς, δύσεδρος καὶ δυσόμιλος συμένα Πριαμίδαισιν, πομπᾷ Διὸς ξενίου, νυμφόκλαυτος Ἐρινύς. Χορός παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος τέτυκται, μέγαν τελε- σθέντα φωτὸς ὄλβον τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν, ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει βλαστάνειν ἀκόρεστον οἰζύν. δίχα δ᾽ ἄλλων μονόφρων εἰ- μί. τὸ δυσσεβὲς γὰρ δυσσεβὲς γὰρ Pauw: γὰρ δυσσεβὲς codd. ἔργον μετὰ μὲν πλείονα τίκτει, σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ. οἴκων δ᾽ ἄρ᾽ εὐθυδίκων καλλίπαις πότμος ἀεί. Χορός φιλεῖ δὲ τίκτειν ὕβρις μὲν παλαιὰ νεά- ζουσαν ἐν κακοῖς βροτῶν ὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε ὅτε Klausen: ὅταν codd. τὸ κύριον μόλῃ φάος τόκου, φάος τόκου H. L. Ahrens: νεαρὰ φάους κότον codd. δαίμονά τε τὰν τὰν Hermann: τὸν codd. ἄμαχον, ἄμαχον om. Fa ἀπόλεμον, ἀνίερον θράσος, μελαί-