γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν. εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ καὶ ζῶντα καὶ ζῶντα ] fortasse χλωρόν τε καὶ βλέποντα ex Hesychii gloss. Toup καὶ βλέποντα, μηχαναῖς Διός, οὔπω θέλοντος ἐξαναλῶσαι γένος, ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν. τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων. Χορός τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽ ἐς τὸ πᾶν ἐτητύμωσ— μή τις ὅντιν᾽ οὐχ ὁρῶ- μεν προνοίαισι τοῦ πεπρωμένου γλῶσσαν ἐν τύχᾳ νέμων;— τὰν δορίγαμβρον ἀμφινει- κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως ἑλένας, ἕλανδρος, ἑλέπτολις, ἐκ τῶν ἁβροτίυων fort. ἁβροπήνων Salmasius προκαλυμμάτων ἔπλευσε ζεφύρου γίγαντος αὔρᾳ, πολύανδροί τε φεράσπιδες κυναγοὶ κατ᾽ ἴχνος πλατᾶν πλατᾶν Heath: πλάταν codd. ἄφαντον κελσάντων Σιμόεντος ἀκτὰς ἐπ᾽ ἀεξιφύλλους ἐπ᾽ ἀξιφύλλους Fl: εἰς ἀεξιφύλλους Fa δι᾽ ἔριν αἱματόεσσαν. Χορός Ἰλίῳ δὲ κῆδος ὀρθ- ώνυμον τελεσσίφρων μῆνις ἤλασεν, ἤλασεν orson: ἤλασε codd. τραπέ- ζας ἀτίμωσιν ἀτίμωσιν Canter: ἀτίμως ἵν᾽ Fl: ἀτίμως Fa ὑστέρῳ χρόνῳ καὶ ξυνεστίου Διὸς πρασσομένα τὸ νυμφότι- μον μέλος ἐκφάτως τίοντας,