τοιῶνδε μέντοι πημάτων σεσαγμένον σεσαγμένον Schütz: σεσαγμένων codd. πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων. σωτηρίων δὲ πραγμάτων εὐάγγελον ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν, πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων χειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν; Ἀχαιοῖς ... θεῶν Dobree: Ἀχαιῶν ... θεοῖς codd. ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν. ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά. ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ ἤρεικον: ἤρειπον Fa αἱ δὲ κεροτυπούμεναι κεροτυπούμεναι Wasse: κερωτυπον́μεναι codd. βίᾳ χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳ, ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις. ναυτικοῖς τ᾽ ἐρειπίοις Auratus: ναυτικῶν τ᾽ ἐριπίων codd. ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος ἤτοι τις ἐξέκλεψεν ἢ ᾽ξῃτήσατο θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών. τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ναυστολοῦσ᾽ Casaubon ἐφέζετο, ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα. ἔπειτα δ᾽ Ἅιδην πόντιον πεφευγότες, λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ, ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν; τί μήν Linwood: τί μή codd. ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ταὔτ᾽ Stanley: ταῦτ᾽ codd. ἔχειν δοξάζομεν.