οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν. Χορός αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι, εἰ νόστιμός τε τε Hermann: γε codd. καὶ σεσωσμένος πάλιν ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. Κῆρυξ οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. Χορός πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις; chori vv. in codd. Klyt. tribuuntur. τύχοις Porson: τύχῃς codd. σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε. Κῆρυξ ἁνὴρ ἁνὴρ Hermann: ἀνὴρ codd. ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. Χορός πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ; Κῆρυξ ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ: μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. Χορός πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο; Κῆρυξ οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. Χορός πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ; Κῆρυξ εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ γλώσσῃ μιαίνειν: χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα: