ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς πολλὰ παλαίσματα καὶ γυιοβαρῆ γόνατος κονίαισιν ἐρειδομένου διακναιομένης τ᾽ ἐν προτελείοις κάμακος θήσων Δαναοῖσι Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον: οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων ὑποκαίων Casaubon: ὑποκλαίων codd. οὔτε δακρύων ἀπύρων ἱερῶν ὀργὰς ἀτενεῖς παραθέλξει. ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες μίμνομεν ἰσχὺν ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων ἐντὸς ἀνᾴσσων ἀνᾴσσων Hermann: ἀνάσσων codd. ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ, τό θ᾽ ὑπέργηρων τό θ̓ ὑπέργηρων Fa: τίθιπεργήρως M: τόθιπεργήρως B Fl φυλλάδος ἤδη κατακαρφομένης τρίποδας μὲν ὁδοὺς στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων ὄναρ ἡμερόφαντον ἀλαίνει. σὺ δέ, Τυνδάρεω θύγατερ, βασίλεια Κλυταιμήστρα, τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη, τίνος ἀγγελίας πευθοῖ πευθοῖ Scaliger: πειθοῖ M: πυθοῖ Fl περίπεμπτα θυοσκεῖς; θυοσκεῖς Turnebus: θυοσκινεῖς codd. πάντων δὲ θεῶν τῶν ἀστυνόμων, ὑπάτων, χθονίων, τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,