ἀεὶ γὰρ ἥβη ἥβη Margoliouth: ἡβᾷ codd. τοῖς γέρουσιν εὖ μαθεῖν. δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. Κλυταιμήστρα ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν. καί τίς μ᾽ ἐνίπτων εἶπε, “φρυκτωρῶν δία πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς; ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.” λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην. ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις θυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι σέ μοι Wieseler: σ᾽ ἐμοὶ codd. λέγειν; ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν σπεύσω πάλιν μολόντα δέξασθαι—τί γὰρ γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ πύλας ἀνοῖξαι;—ταῦτ᾽ ἀπάγγειλον πόσει: ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει: γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς. τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων Klytaemestrae dedit Hermann: Κη praefixit M