ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον; μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ στένοντες, †οὐ λαχόντεσ† οὐ λαχόντες corruta: fortasse ἀσχάλλοντες Margoliouth (qui quidem στένοντας ἀσχάλλοντας legit) vel οὐ κλαίοντες Jacob ἤματος μέρος; τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος: εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν. ἐξ οὐρανοῦ δὲ δὲ Pearson: γὰρ codd. κἀπὸ γῆς λειμώνιαι δρόσοι δρόσοι non mutandum κατεψάκαζον, †ἔμπεδον corrutio latet: fortasse ante ἔμπεδον versus excidit σίνος ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον, οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών, ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών— τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος: παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου; καὶ πολλὰ χαίρειν ξυμφορὰς ξυμφορὰς Blomfield: συμφοραῖς codd. καταξιῶ. ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει: ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις: ποτώμενα Weil “Τροίαν ἑλόντες δήποτ᾽ Ἀργείων στόλος θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα δόμων ἐπασσάλευσαν ἀρχαῖων δόμων ... ἀρχαίων Hartung: δόμοις ... ἀρχαῖον codd. γάνος.” τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται Διὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον. Χορός νικώμενος λόγοισιν οὐκ ἀναίνομαι: