ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει, Τροίαν κατασκάψαντα τοῦ δικηφόρου Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον. βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα, καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός. τοιόνδε τοιοῦδε Fl 538–550 chori vv. Klytaemestrae dant codd. Τροίᾳ περιβαλὼν ζευκτήριον ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν τῶν νῦν: Πάρις γὰρ οὔτε συντελὴς πόλις ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον αὐτόχθονον πατρῷον ἔθρισεν δόμον. διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια. Χορός κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ. Κῆρυξ χαίρω <γε>: γε add. Enger ( τεθνᾶναι codd.) τεθνάναι δ᾽ οὐκέτ᾽ οὐκέτ᾽ Fa: οὐκ Fl ἀντερῶ θεοῖς. Χορός ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν. Κῆρυξ ὥστ᾽ ἐνδακρύειν ἐκδακρύειν Fa γ᾽ ὄμμασιν χαρᾶς ὕπο. Χορός τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου. ἴστε Fl Κῆρυξ πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου. Χορός τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. πεπληγμένοι Tyrwhitt: πεπληγμένος codd. Κῆρυξ ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις. Χορός ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽> μ᾽ add. Scaliger ἀναστένειν. Κῆρυξ πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος φρενῶν; φρενῶν Hermann: στρατῷ codd.: πόλει Kennedy: λεᾠ Heimsoeth Χορός πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. Κῆρυξ καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς; Χορός ὡς ὡς Scaliger: ὧν codd. νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις. Κῆρυξ εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ τὰ μέν τις ἂν ἂν Auratus: εὖ codd. λέξειεν εὐπετῶς ἔχειν, τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν