ναὶ δ᾽ Ἐρινύες χρόνῳ τυχηρὸν ὄντ᾽ ἄνευ δίκας παλιντυχεῖ παλιντυχεῖ Scaliger: παλιντυχῆ codd. τριβᾷ βίου τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί- στοις τελέθοντος οὔτις ἀλ- κά: τὸ δ᾽ ὑπερκόπως ὑπερκόπως Grotius: ὑπερκότως codd. κλύειν εὖ βαρύ: βάλλεται γὰρ ὄσ- σοις Διόθεν κεραυνός. κρίνω δ᾽ ἄφθονον ὄλβον: μήτ᾽ εἴην πτολιπόρθης μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ- λων βίον κατίδοιμι. Χορός πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου inter choreutas hi vv. distribuendi: cf. ad 489 πόλιν διήκει θοὰ βάξις: εἰ δ᾽ ἐτήτυμος, ἐτήτυμος Auratus: ἐτητύμως codd. τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ τι... πῃ H. L. Ahrens: τοι . . . μὴ codd. ψύθος.— τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος, φλογὸς παραγγέλμασιν νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽ ἀλλαγᾷ λόγου καμεῖν;— [ἐν] ἐν seclusit Scaliger γυναικὸς αἰχμᾷ πρέπει πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.— πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ὅρος suspectum, ἔρος Blomfield ἐπινέμεται ταχύπορος: ἀλλὰ ταχύμορον γυναικογήρυτον ὄλλυται κλέος.— Χορός τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων Klytaemestrae notam, 501 chori, praefigunt codd.: totum choro dat Scaliger φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς, εἴτ᾽ οὖν ἀληθεῖς εἶτ᾽ ὀνειράτων δίκην τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας. κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον