δόμων ἑκάστου πρέπει. πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ: οὓς μὲν γάρ <τισ> τις add. Porson ἔπεμψεν οἶδεν, ἀντὶ δὲ φωτῶν τεύχη καὶ σποδὸς εἰς ἑκά- στου δόμους ἀφικνεῖται. Χορός ὁ χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτων καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς πυρωθὲν ἐξ Ἰλίου φίλοισι πέμπει βραχὺ βραχὺ Schütz: βαρὺ codd. ψῆγμα δυσδάκρυτον ἀν- τήνορος σποδοῦ γεμί- ζων λέβητας εὐθέτους. εὐθέτους Auratus: εὐθέτου codd. στένουσι δ᾽ εὖ λέγοντες ἄν- δρα τὸν μὲν ὡς μάχης ἴδρις, τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽ ἀλλοτρίας διαὶ διαὶ Hermann: διὰ codd. γυναι- κός: τὰ δὲ τὰ δὲ Hermann: τάδε codd. σῖγά τις βαΰ- ζει: φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ- πει προδίκοις Ἀτρείδαις. οἱ δ᾽ αὐτοῦ περὶ τεῖχος θήκας Ἰλιάδος γᾶς εὔμορφοι κατέχουσιν: ἐ- χθρὰ δ᾽ ἔχοντας ἔκρυψεν. Χορός βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ: δημοκράντου δημοκράντου Porson: δημοκράτου codd. δ᾽ ἀρᾶς τίνει χρέος. μένει δ᾽ ἀκοῦσαί τί μου μέριμνα νυκτηρεφές. τῶν πολυκτόνων γὰρ οὐκ ἄσκοποι θεοί. κελαι-