τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα, οὔ τἂν ἑλόντες οὔ τἂν ἑλόντες Hermann: οὐκ ἀνελόντες B: οὐκ ἄν γ᾽ ἑλόντες Fl Fa αὖθις ἀνθαλοῖεν ἀνθαλοῖεν Auratus: ἂν θάνοιεν B: αὖ θάνοιεν Fl Fa ἄν. ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ ἐμπίπτῃ ] ἐμπίπτει B: ἐμπίπτοι Fa: ἐμπίπτη mutatum in ἐμπίπτοι Fl στρατῷ πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους. δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας κάμψαι διαύλου θάτερον κῶλον πάλιν: θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός, ἐγρηγορὸς ἐγρηγορὸς Porson: ἐγρήγορον codd. τὸ πῆμα τῶν ὀλωλότων γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά. τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις: τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν. πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ τήνδ᾽ Hermann: τὴν codd. ὄνησιν εἱλόμην. Χο. γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις. ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι. χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων. ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία μεγάλων κόσμων κτεάτειρα, ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες στεγανὸν δίκτυον, ὡς μήτε μέγαν μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι μέγα δουλείας γάγγαμον, ἄτης παναλώτου. Δία τοι ξένιον μέγαν αἰδοῦμαι τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ τείνοντα πάλαι τόξον, ὅπως ἂν μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων βέλος ἠλίθιον σκήψειεν. Χορός Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, πάρεστιν πάρεστιν Hartung: πάρεστι codd. τοῦτό γ᾽ ἐξιχνεῦσαι.