αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας. γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγας βέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι, σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι. Χορός δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου Πριάμου V Fl Fa: Πριάμῳ M μέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρου τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν στόλον Ἀργείων χιλιοναύτην τῆσδ᾽ ἀπὸ χώρας ἦραν, στρατιῶτιν ἀρωγὴν, μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις fort. ἐκπάγλοις Blomfield ἄλγεσι παίδων ὕπατοι λεχέων στροφοδινοῦνται πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρη πόνον ὀρταλίχων ὀλέσαντες: ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον γόον ὀξυβόαν τῶνδε μετοίκων ὑστερόποινον πέμπει παραβᾶσιν Ἐρινύν. οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων