Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς: κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός. τοιοίδε τοί μοι τοιοίδε τοί μοι Schütz: τοιοίδ᾽ ἕτοιμοι B Fa λαμπαδηφόρων νόμοι, Versus 312–1067 e Med. cod. exciderunt: 312–348 testantur B Fl Fa, 349–1067 soli Fl Fa ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι: νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών. τέκμαρ τοιοῦτο σύμβολόν τε σοὶ λέγω ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί. Χο. θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι. λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις λέγοις Fa Fl: λέγεις B πάλιν. Κλ. Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ. οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν. ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ἐγχέας Canter: ἐκχέας codd. ταὐτῷ κύτει διχοστατοῦντ᾽ ἄν οὐ φίλως προσεννέποις. καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς. οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου δέρης ἀποιμώζουσι φιλτάτων μόρον: τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος νήστεις νήστεις Fa: νῆστις Fl πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον, ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον. ἐν <δ᾽> δ᾽ add. Pauw αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες δ᾽ εὐδαίμονες Stanley: δυσδαίμονες codd. ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην. εἰ δ᾽ εὖ σέβουσι εὖ σέβουσι Scaliger: εὐσεβοῦσι codd. τοὺς πολισσούχους θεοὺς