τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω. Χορός καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος; Κλυταιμήστρα Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου ἀγγάρου ex Etym. Mag. Center: ἀγγέλου codd. πυρὸς ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου: μέγαν δὲ πανὸν πανὸν ex Athen. (xv. 700 E) Casaubon; φανὸν codd. ἐκ νήσου τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε, πόντον ὥστε νωτίσαι, ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν πέμπει πέμπει Enger: πεύκη codd. alii πεύκη τὸ emendant: ἐπέσυτο Koch; fort. ἐπᾶλτο τὸ χρυσοφεγγές, ὥς τις ἥλιος, σέλας παραγγείλασα Μακίστου σκοπαῖς: σκοπαῖς Turnebus: σκοπάς codd. ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ νικώμενος παρῆκεν ἀγγέλου μέρος: ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, πεδίον Ἀσωποῦ recc.: παιδίον ὠποῦ M δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο φρουρὰ προσαιθρίζουσα πόμπιμον φλόγα, προσαιθρίζουσα πόμπιμον φλόγα ex Hesychio huc rettulit Dindorf: πλέον καίουσα τῶν εἰρημένων inete codd. λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος: ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον ὤτρυνε θεσμὸν μηχανήσασθαι μηχανήσασθαι Margoliouth; μὴ χαρίζεσθαι codd. πυρός. πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ πορθμοῦ κάτοπτον κάτοπτον Canter: κάτοπτρον codd. πρῶν᾽ ὑπερβάλλειν πρόσω φλέγουσαν, ἔστ᾽ ἔσκηψεν, εὖτ᾽ ἔστ᾽ . . . εὖτ᾽ Hermann: εἶτ᾽ . . . εἶτ᾽ codd. ἀφίκετο