τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. Δίκα δὲ τοῖς μὲν παθοῦ- σιν μαθεῖν ἐπιρρέπει: τὸ μέλλον <δ᾽> δ᾽ add. Elmsley: post μέλλον habent τὸ δὲ προκλύειν m B G Fl, eiecit Fa ἐπεὶ γένοιτ᾽ ἐπεὶ γένοιτ᾽ recc.: ἐπιγένοιτ᾽ M ἂν κλύοις: πρὸ χαιρέτω: πρὸ χαιρέτω H. L. Ahrens: προχαιρέτω codd. ἴσον δὲ τῷ προστένειν. τορὸν γὰρ ἥξει σύνορθρον σύνορθρον Wellauer: σύνορθον M: σύναρθρον Fl Fa αὐγαῖς. αὐγαῖς Hermann: αὐταῖς codd. πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, εὖ πρᾶξις Lobeck: εὔπραξις codd. ὡς θέλει τόδ᾽ ἄγχιστον Ἀπίας γαίας μονόφρουρον ἕρκος. Χορός ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος: δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου. σὺ δ᾽ εἴ τι εἴ τι Auratus: εἴτε codd. κεδνὸν εἴτε μὴ πεπυσμένη εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς, κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος. Κλυταιμήστρα εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία, ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. πεύσει δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν: Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν. Χορός πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας. Κλυταιμήστρα Τροίαν Ἀχαιῶν οὖσαν: ἦ τορῶς λέγω; Χορός χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη. Κλυταιμήστρα εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ. Χορός τί γὰρ τὸ πιστόν; τί γὰρ τὸ πιστόν; Prien: τί γάρ; τὸ πιστὸν M ἔστι τῶνδέ σοι τέκμαρ; Κλυταιμήστρα ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ. Χορός πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ εὐπιθῆ Blomfield: εὐπειθῆ ex εὐειθεῖ factum M σέβεις; Κλυταιμήστρα οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός. Χορός ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις; Κλυταιμήστρα παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας. Χορός ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;