φρενὸς πνέων δυσσεβῆ τροπαίαν ἄναγνον, ἀνίερον, τόθεν τὸ παντότολμον φρονεῖν μετέγνω. βροτοὺς βροτοὺς Spanheim: βροτοῖς M θρασύνει γὰρ αἰσχρόμητις τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν θυτὴρ γενέ- σθαι θυγατρός, γυναικοποί- νων πολέμων ἀρωγὰν καὶ προτέλεια ναῶν. Χορός λιτὰς δὲ καὶ κληδόνας πατρῴους παρ᾽ οὐδὲν αἰῶνα παρθένειον τ᾽ ἔθεντο φιλόμαχοι βραβῆς. φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾽ εὐχὰν δίκαν χιμαίρας ὕπερθε βωμοῦ πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ λαβεῖν ἀέρ- δην, στόματός τε καλλιπρῴ- ρου φυλακᾷ φυλακᾷ Blomfield: φυλακὰν codd. κατασχεῖν φθόγγον ἀραῖον οἴκοις, Χορός βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει. κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα ἔβαλλ᾽ ἕκαστον θυτή- ρων ἀπ᾽ ὄμματος βέλει φιλοίκτῳ, πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν θέλουσ᾽, ἐπεὶ πολλάκις πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους ἔμελψεν, ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ ἀγνᾷ . . . αὐδᾷ recc.: ἁγνὰ ... αὐδὰ M πατρὸς φίλου τριτόσπονδον εὔποτμον παιᾶνα παιᾶνα Hartung: αἰῶνα codd. φίλως ἐτίμα. Χορός τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω: