σβυς νεῶν Ἀχαιικῶν, μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ- νοντ᾽ Ἀχαιικὸς λεώς, Χαλκίδος πέραν ἔχων παλιρρό- χθοις παλιρρόχθοις H. L. Ahrens: παλιρρόθοις codd. ἐν Αὐλίδος τόποις: Χορός πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι, νήστιδες, δύσορμοι, βροτῶν ἄλαι, νεῶν νεῶν Pauw: ναῶν codd. <τε> τε add. Porson καὶ πεισμάτων ἀφειδεῖς, παλιμμήκη χρόνον τιθεῖσαι τρίβῳ κατέξαινον ἄνθος Ἀργους. Ἄργους Hermann: Ἀργείων codd. ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βριθύτερον πρόμοισιν μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βά- κτροις ἐπικρούσαντας Ἀτρείδας δάκρυ μὴ κατασχεῖν: Χορός ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ τότ᾽ Stanley: τόδ᾽ codd. εἶπε φωνῶν: “βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, πιθέσθαι Turnebus: πείθεσθαι codd. βαρεῖα δ᾽, εἰ τέκνον δαΐξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισι ῥείθροις ῥείθροις Fa: ῥεέθροις M: fort. ῥοαῖς Schömann πρὸ βωμοῦ Lindau: βωμοῦ πέλας codd. πατρῴους χέρας πρὸ βωμοῦ. τί τῶνδ᾽ ἄνευ κακῶν, πῶς λιπόναυς γένωμαι ξυμμαχίας ἁμαρτών; παυσανέμου γὰρ θυσίας παρθενίου θ᾽ αἵματος ὀρ- γᾷ περιόργῳ σφ᾽ περιόργῳ σφ᾽ Bamberger: περιόργως codd. ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.” Χορός ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον