οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος. τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν ἀπέκλαγξεν recc.: ἀπέκλαιξεν M μόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις: τοῖς δ᾽ ὁμόφωνον αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω. Χορός Ζεύς, ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ- τῷ φίλον κεκλημένῳ, τοῦτό νιν προσεννέπω. οὐκ ἔχω προσεικάσαι πάντ᾽ ἐπισταθμώμενος πλὴν Διός, εἰ τὸ μάταν τὸ μάταν Pauw: τόσε μάταν M ἀπὸ φροντίδος ἄχθος χρὴ βαλεῖν ἐτητύμως. Χορός οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει βρύων, οὐδὲ λέξεται οὐδὲ λέξεται H. L. Ahrens: οὐδὲν λέξαι codd. πρὶν ὤν: ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια- κτῆρος οἴχεται τυχών. Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων τεύξεται φρενῶν τὸ πᾶν: Χορός τὸν φρονεῖν βροτοὺς ὁδώ- σαντα, τὸν πάθει μάθος θέντα κυρίως ἔχειν. στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας μνησιπήμων πόνος: καὶ παρ᾽ ἄ- κοντας ἦλθε σωφρονεῖν. δαιμόνων δέ που χάρις βίαιος βίαιος Turnebus: βιαίως codd. σέλμα σεμνὸν ἡμένων. Χορός καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ-