ἢ ποτὸν πασαμένα ῥυτᾶς ῥυτᾶς Stanley: ῥυσᾶς codd. ἐξ ἁλὸς ὄρμενον ὄρμενον Abresch: ὁρώμενον Fl V: ὀρώμενον Fa τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς; ἀπέδικες ἀπέταμές <τ᾽:> τ᾽: add. Kennedy ἀπόπολις ἀπόπολις Seidler: ἄπολις codd. δ᾽ ἔσει μῖσος ὄβριμον ἀστοῖς. Κλυταιμήστρα νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς, οὐδὲν τότ᾽ τότ᾽ Voss: τόδ᾽ codd. ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων: ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον, μήλων φλεόντων εὐπόκοις νομεύμασιν, ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων. ἀημάτων Canter: τελημμάτων codd. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν χρῆν Porson: χρή codd. σ᾽ ἀνδρηλατεῖν, μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ ἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός, γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν. Χορός μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες: ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται: λίβος λίβος Casaubon: λίπος codd. ἐπ᾽ ὀμμάτων αἵματος ἐμπρέπει: ἐμπρέπει Auratus: εὖ πρέπει codd. ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων τύμμα τύμματι τύμματι Voss: τύμμα iterum codd. τῖσαι. Κλυταιμήστρα καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν: μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην, Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ, οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ, ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς ἐμῆς Porson: ἐμὰς codd. Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.