νείκης νείκης Heath: νίκης codd. παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν: ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις. οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι: ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον, ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων, περιστιχίζω, περιστιχίζω Fa: περιστιχίζων V: περιστοιχίζων Fl πλοῦτον εἵματος κακόν. παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν οἰμωγμάτοιν Elmsley: οἰμώγμασιν codd. μεθῆκεν αὐτοῦ κῶλα: καὶ πεπτωκότι τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς Ἅιδου Ἅιδου ] Διὸς Enger νεκρῶν σωτῆρος εὐκταίαν χάριν. οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών: κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου, χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ γάνει διοσδότῳ γάνει Porson: Διὸς νότῳ γᾶν εἰ codd. σπορητὸς κάλυκος ἐν λοχεύμασιν. ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε, χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι. εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ, τῷδ᾽ τῷδ᾽ Tyrwhitt: τάδ᾽ codd. ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν. τοσόνδε τοσόνδε Blomfield: τοσῶνδε codd. κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών. Χορός θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον. Κλυταιμήστρα πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος: ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας λέγω: σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει. Χορός τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν