2. ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω, πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.— 3. ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.— 4. κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ᾽ ἀκμή.— 5. ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς τυραννίδος σημεῖα πράσσοντες πόλει.— 6. χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς τῆς μελλοῦς Tryho: τῆς μελλούσης Fl V: μελλούσης Fa κλέος πέδοι πέδοι Hermann: πέδον codd. πατοῦντες οὐ καθεύδουσιν χερί.— 7. οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω. τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.— 8. κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.— 9. ἦ καὶ βίον τείνοντες τείνοντες Canter: κτείνοντες codd. ὧδ᾽ ὑπείξομεν δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;— 10. ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ: κρατεῖ Casaubon: κράτει codd. πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.— 11. ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;— 12. σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι θυμοῦσθαι E. A. I. Ahrens: μυθοῦσθαι codd. πέρι: τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα. Χορός ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως. Κλυταιμήστρα πολλῶν πάροιθεν καιρίως εἰρημένων τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι. πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις δοκοῦσιν εἶναι, πημονῆς πημονῆς Auratus: πημονὴν codd. ἀρκύστατ᾽ ἂν Elmsley: ἀρκύστατον codd. ἀρκύστατ᾽ ἂν φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος; ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι