ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ, ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ. ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη. Χορός ὦ τλῆμον, οἰκτείρω σε θεσφάτου μόρου. Κασάνδρα ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ οὐ Hermann: ἢ codd. θρῆνον θέλω ἐμὸν τὸν αὐτῆς. ἡλίου ἡλίου Jacob: ἡλίῳ codd. δ᾽ ἐπεύχομαι πρὸς ὕστατον φῶς †τοῖς ἐμοῖς τιμαόροις fort. τοὺς ἐμοὺς τιμαόρους (Karsten) δίκην φονεῦσι (Gilbert) ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,† δούλης θανούσης, εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματ᾽: εὐτυχοῦντα μὲν σκιᾷ σκιᾷ Wieseler: σκιά codd. τις ἂν ἂν Porson, πρέψειεν Boissonade: ἀντρέψειεν codd. πρέψειεν: εἰ δὲ δυστυχῇ, δυστυχῆ codd. βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν. καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτείρω πολύ. Χορός τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ πᾶσι βροτοῖσιν: βροτοῖσιν Pauw: βροτοῖς codd. δακτυλοδείκτων δ᾽ οὔτις ἀπειπὼν εἴργει μελάθρων, μηκέτ᾽ ἐσέλθῃς, μηκέτ᾽ ἐσέλθῃς Hermann: μηκέτι δ᾽ εἰσέλθῃς codd. τάδε φωνῶν. καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν μάκαρες Πριάμου: θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει. νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτίσῃ ἀποτίσει codd.: scripsi ἀποτίσῃ καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων ποινὰς θανάτων ἐπικράνῃ, ἐπικρανεῖ codd.: scripsi ἐπικράνῃ τίς ἂν εὔξαιτο βροτὸς ὢν βροτὸς ὢν Bothe: βροτῶν codd. ἀσινεῖ δαίμονι φῦναι τάδ᾽ ἀκούων; Ἀγαμέμνων ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω. Χορός σῖγα: τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος; Ἀγαμέμνων ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος. Χορός 1. τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγματι. inter choreutas ita distribuendi ut duo vv. quisque recitet ἀλλὰ κοινωσώμεθ᾽ ἤν ἤν Weil: ἄν codd. πως ἀσφαλῆ βουλεύματ᾽ <ᾖ>. ᾖ add. Enger: βουλεύματα codd. —