πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον εἷλον Musgrave: εἶχον codd. πόλιν οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει, ἰοῦσα πράξω: πράξω: ] fortasse κἀγὼ Heath τλήσομαι τὸ κατθανεῖν. Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ τάσδ᾽ ἐγὼ Auratus: τὰς λέγω codd. προσεννέπω: ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν, ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων ἀπορρυέντων, ὄμμα συμβάλω τόδε. Χορός ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ δ᾽ αὖ Fa: δὲ Fl V σοφὴ γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς; Κασάνδρα οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον χρόνον Hermann: χρόνῳ codd. πλέω. Χορός ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται. Κασάνδρα ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ. Χορός ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός. Κασάνδρα οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων. transponit Heath Χορός ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ. Κασάνδρα ἰὼ πάτερ σοῦ τῶν σῶν Auratus τε γενναίων τέκνων. Χορός τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος; Κασάνδρα φεῦ φεῦ. Χορός τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος. Κασάνδρα φόνον φόβον codd., sed ν supra scripto Fa δόμοι πνέουσιν αἱματοσταγῆ. Χορός καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων. Κασάνδρα ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει. Χορός οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις. Κασάνδρα ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος. ἰὼ ξένοι. οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ ἄλλως: ἄλλως: Hermann: ἀλλ᾽ ὡς codd. θανούσῃ μαρτυρεῖτέ μοι τόδε,