αὕτη δίπους δίπους Victorius: δίπλους codd. λέαινα συγκοιμωμένη λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν ἐνθήσει, ν post addito, Fa: ἐνθήσει Fl V κότῳ ποτῷ Auratus ἐπεύχεται θήγουσα φωτὶ φάσγανον ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον. τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε, καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ. ἴτ᾽ ἐς φθόρον: πεσόντα θ᾽ ὧδ᾽ πεσόντα θ᾽ ὧδ᾽ Verrall: πεσόντ᾽: ἀγαθὼ δ᾽ codd.: πεσόντ᾽: ἐγὼ δ᾽ ἅμ᾽ ἕψομαι Hermann ἀμείψομαι. ἄλλην τιν᾽ ἄτης ἄτης Stanley: ἄτην codd. ἀντ᾽ ἐμοῦ πλουτίζετε. ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα μέγα Hermann: μετὰ codd. φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην— καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην— καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας. βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον ἀντεπίξηνον codd. μένει, θερμῷ κοπείσης φοινίῳ φοίνιον C. G. Haupt προσφάγματι. οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν. ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, μητροκτόνον φίτυμα, ποινάτωρ πατρός: φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις: ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας, post 1290 codd.: huc transtulit Hermann πράξειν πράξειν Schömann: ἄξειν codd. νιν νιν V Fa: νυν Fl ὑπτίασμα κειμένου πατρός. τί δῆτ᾽ ἐγὼ κάτοικτος κάτοικτος Scaliger: κάτοικος codd. ὧδ᾽ ἀναστένω; ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν