οὐκ οἶδεν οἵα οἵα Herwerden: οἷα codd. γλῶσσα μισητῆς κυνὸς λείξασα λείξασα Tyrwhitt, κἀκτείνασα Canter, φαιδρὸν οὖς H. L. Ahrens: λέξασα καὶ κτείνασα φαιδρόνους codd. κἀκτείνασα φαιδρὸν οὖς, δίκην ἄτης λαθραίου, †τεύξεται fort. δήξεται Madvig κακῇ τύχῃ. τοιᾷδε τόλμῃ τοιᾷδε τόλμῃ Karsten: τοιάδε τολμᾶ Fl V θῆλυς ἄρσενος φονεὺς ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην, θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη Ἄρη Porson: ἀρὰν codd. φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ. δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ. καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ; τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν μ᾽ ἐν Auratus: μὴν codd. τάχει παρὼν ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτείρας ἐρεῖς. Χορός τὴν μὲν Θυέστου δαῖτα παιδείων παιδείων Schütz: παιδίων codd. κρεῶν ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα. τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. Κασάνδρα Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον. Χορός εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα. Κασάνδρα ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ. Χορός οὔκ, εἴπερ ἔσται εἴπερ ἔσται Schütz: εἰ πάρεσται codd. γ᾽: ἀλλὰ μὴ γένοιτό πως. Κασάνδρα σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει. Χορός τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος ἄγος Auratus πορσύνεται; Κασάνδρα ἦ κάρτα τἄρ᾽ κάρτα τἄρα Hartung: κάρτ᾽ ἄρ᾽ ἂν codd.: scripsi τἄρ᾽ ἂν ἂν παρεκόπης παρεκόπης Hartung: παρεσκόπεις codd. χρησμῶν ἐμῶν. Χορός τοὺς γὰρ τελοῦντας τοὺς ... τελοῦντας Heimsoeth: τοῦ ... τελοῦντος codd. οὐ ξυνῆκα μηχανήν. Κασάνδρα καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν. Χορός καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δυσμαθῆ Stephanus: δυσπαθῆ codd. δ᾽ ὅμως. Κασάνδρα παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι. ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.