κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασιν ἴσους λήμασιν ἴσους Dindorf: λήμασι δισσοὺς codd. Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας πομπούς τ᾽ ἀρχάς: οὕτω δ᾽ εἶπε τερᾴζων: “ʽχρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος, πάντα δὲ πύργων κτήνη †πρόσθε τὰ πρόσθε τὰ Fl Fa: προσθετὰ M: utrumque suspectum δημιοπληθῆ Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον: οἶον μή τις ἄγα θεόθεν κνεφά- σῃ προτυπὲν στόμιον μέγα Τροίας στρατωθέν. οἴκτῳ οἴκτῳ Scaliger: οἴκῳ codd. γὰρ ἐπί- φθονος Ἄρτεμις ἁγνὰ πτανοῖσιν κυσὶ πατρὸς αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι: στυγεῖ δὲ δεῖπνον αἰετῶν.” αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω. Χορός “τόσον περ εὔφρων, καλά, δρόσοισι λεπτοῖς δρόσοισι λεπτοῖς Wellauer: δρόσοισιν ἀέλπτοις M: δ. ἀέπτοις B Fl μαλερῶν λεόντων fortasse ἄλπνοις Wecklein πάντων τ᾽ ἀγρονόμων φιλομάστοις θηρῶν ὀβρικάλοισι τερπνά, τούτων αἴνει αἴνει Gilbert: αἰτεῖ codd. ξύμβολα κρᾶναι, δεξιὰ μέν, κατάμομφα δὲ φάσματα [στρουθῶν]. στρουθῶν codd. corruptum: ἀνορθοῦν coni. Wecklein ἰήιον δὲ καλέω Παιᾶνα, μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν᾽, ἄδαιτον νεικέων τέκτονα σύμφυτον, οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος