καὶ πῶς ἂν ὅρκος, πῆγμα πῆγμα Auratus: πῆμα codd. γενναίως παγέν, παιώνιος παιώνιος Fa: παιώνιον Fl V γένοιτο; θαυμάζω δέ σε fort. ὅρκου πῆγμα ... παιώνιον Auratus σε Auratus: σου codd. πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις. Κασάνδρα μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει. Χορός μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος; in codd. post 1204: correxit Hermann Κασάνδρα προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε. Χορός ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. Κασάνδρα ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν. Χορός ἦ καὶ τέκνων εἰς ἔργον ἠλθέτην ἠλθέτην Elmsley: ἤλθετον codd. νόμῳ; Κασάνδρα ξυναινέσασα Λοξίαν ἐψευσάμην. Χορός ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη; Κασάνδρα ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη. Χορός πῶς δῆτ᾽ ἄνατος ἄνατος Canter: ἄνακτος codd. ἦσθα Λοξίου κότῳ; Κασάνδρα ἔπειθον οὐδέν᾽ οὐδέν, οὐδέν᾽ οὐδέν Canter: οὐδὲν bis codd. ὡς τάδ᾽ ἤμπλακον. Χορός ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς. Κασάνδρα ἰοὺ ἰού, ὢ ὢ κακά. ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις.>. δυσφροιμίοις add. Hermann: ἐφημένους (e proximo versu) codd. eiciendum ὢ ὢ κακά ex 1214 ingeniose transtulit Weil ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους νέους, ὀνείρων προσφερεῖς μορφώμασι; παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων, χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς, σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος, πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο. ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν: νεῶν δ᾽ ἔπαρχος δ᾽ Voss, ἔπαρχος Canter: τ᾽ ἄπαρχος codd. Ἰλίου τ᾽ ἀναστάτης