ἰὼ πρόπυργοι θυσίαι πατρὸς πολυκανεῖς βοτῶν ποιονόμων: ἄκος δ᾽ οὐδὲν ἐπήρκεσαν τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν. †ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐμπέδῳ βαλῶ†. fortasse ἐγὼ δὲ θερμὴν οὐ στάγ᾽ ἐν πέδῳ βαλῶ; Miller Χορός ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω. καί τίς σε κακοφρονῶν κακοφρονῶν Schütz: κακοφρονεῖν codd. τίθη- σι δαίμων ὑπερβαρὴς ἐμπίτνων μελίζειν πάθη γοερὰ θανατοφόρα. τέρμα δ᾽ ἀμηχανῶ. Κασάνδρα καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην: λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς πνέων ἐσᾴξειν, ἐσᾴξειν Bothe: ἐς ἥξειν codd. ὥστε κύματος δίκην κλύζειν κλύζειν Auratus: κλύειν codd. πρὸς αὐγὰς τοῦδε πήματος πολὺ μεῖζον: φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων. καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων. τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς σύμφθογγος οὐκ εὔφωνος: οὐ γὰρ εὖ λέγει. καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον, βρότειον αἷμα κῶμος ἐν δόμοις μένει, δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων. ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι πρώταρχον πρώταρχον Fa: πρώταρχος Fl V ἄτην: ἐν μέρει δ᾽ ἀπέπτυσαν εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς. ἥμαρτον, ἢ θηρῶ θηρῶ Canter: τηρῶ codd.: κυρῶ H. L. Ahrens τι τοξότης τις ὥς; ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων; ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.