ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες; οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ; Χορός φρενομανής τις εἶ θεοφόρητος, ἀμ- φὶ δ᾽ αὑτᾶς θροεῖς νόμον ἄνομον, οἷά οἷα recc.: οἵα M τις ξουθὰ ἀκόρετος ἀκόρετος Aldina: ἀκόρεστος codd. βοᾶς, βοᾶς recc.: βοαῖς M φεῦ, ταλαίναις φρεσὶν Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς ἀηδὼν βίον. Κασάνδρα ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος: μόρον ἀηδόνος Hermann: ἀηδόνος μόρον codd. περίβαλον γάρ περίβαλον γὰρ Blomfield: περεβάλοντο γὰρ M οἱ πτεροφόρον δέμας θεοὶ γλυκύν τ᾽ αἰῶνα αἰῶνα m: ἀγῶνα codd. κλαυμάτων ἄτερ: ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί. Χορός πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχεις ματαίους δύας, τὰ δ᾽ ἐπίφοβα ἐπίφοβα M: ἐπὶ φόβῳ m recc. δυσφάτῳ κλαγγᾷ μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις; πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ κακορρήμονας; Κασάνδρα ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων. ἰὼ Σκαμάνδρου πάτριον ποτόν. τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν᾽ ἠνυτόμαν τροφαῖς: νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους testantur Fl Fa V ὄχθας ὄχθας Casaubon: ὄχθους codd. ἔοικα θεσπιῳδήσειν τάχα. Χορός τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω; νεόγονος ἂν ἀίων νεόγονος ἂν ἀίων Karsten: νεογνὸς ἀνθρώπων codd. μάθοι. πέπληγμαι δ᾽ ὑπαὶ ὑπαὶ Fa: ὑπὸ Fl V δάκει Hermann: δήγματι codd. δάκει φοινίῳ δυσαλγεῖ δυσαλγεῖ Canter: δυσαγγεῖ codd. τύχᾳ μινυρὰ [κακὰ] κακὰ seclusit Schütz θρεομένας, θραύματ᾽ θραύματ᾽ Fl V: θαύματ᾽ Fa: θραῦμα δ᾽ Enger ἐμοὶ κλύειν. Κασάνδρα ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας ὀλομένας Casaubon: ὀλωμένας Fl V: ὀλουμένας Fa τὸ πᾶν.