τὸν ὁμοδέμνιον πόσιν λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος; τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ χερὸς ὀρέγματα. ὀρέγματα Hermann: ὀρεγόμενα M: ὀρεγμένα recc. Χορός οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ. Κασάνδρα ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται; ἦ δίκτυόν τι [γ᾽] τί γ᾽ codd.: γ᾽ seclusit Dindorf Ἅιδου; Ἅιδου Schütz: ἀί:δου codd. ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία φόνου. στάσις δ᾽ ἀκόρετος ἀκόρετος Bothe: ἀκόρεστος codd. γένει κατολολυξάτω θύματος λευσίμου. Χορός ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος. ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς σταγών, ἅτε καιρία καιρία Dindorf: καὶ δορία M πτώσιμος ξυνανύτει βίου δύντος αὐγαῖς. ταχεῖα δ᾽ ἄτα πέλει. Κασάνδρα ἂ ἄ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς τὸν ταῦρον: ἐν πέπλοισι μελαγκέρῳ μελάγκερων in μελαγκέρωι mutatum, ν iterum suprascripto M λαβοῦσα μηχανήματι τύπτει: πίτνει δ᾽ <ἐν> ἐν add. Schütz ἐνύδρῳ τεύχει. τεύχει ] κύτει Blomfield δολοφόνου λέβητος τύχαν σοι λέγω. Χορός οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε. ἀπὸ δὲ θεσφάτων τίς τίς recc.: τις M ἀγαθὰ φάτις βροτοῖς στέλλεται; κακῶν γὰρ διαὶ διαὶ Hermann: διὰ M πολυεπεῖς τέχναι θεσπιῳδὸν φόβον φέρουσιν φέρουσιν Fa: φέρουσι cett. codd. μαθεῖν. Κασάνδρα ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι: τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέαι. ἐπεγχέαι anonymus: ἐπεγχέασα codd.