ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν. Κασάνδρα Ἄπολλον Ἄπολλον ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός. ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον. Χορός χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν. μένει τὸ θεῖον δουλίᾳ περ ἐν περ ἐν Schütz: παρ᾽ ἓν M φρενί. Κασάνδρα Ἄπολλον Ἄπολλον ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός. ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην; Χορός πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς, ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη. Κασάνδρα μισόθεον μὲν οὖν, πολλὰ συνίστορα αὐτόφονα κακὰ καὶ ἀρτάνας, καὶ ἀρτάνας Lachmann: κἀρτάναι M: κἀρτάνας Fa ἀνδρὸς σφαγεῖον σφαγεῖον Turnebus: σφάγιον codd. καὶ πέδον ῥαντήριον. Χορός ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην εἶναι, ματεύει ματεύει Fl Fa: μαντεύει M δ᾽ ὧν ἀνευρήσει ἀνευρήσει Porson: ἂν εὑρήση M φόνον. Κασάνδρα μαρτυρίοισι μαρτυρίοισι Pauw: μαρτυρίοις codd. γὰρ τοῖσδ᾽ τοῖσδ᾽ ἐπιπείθομαι Abresch: τοῖσδε πεπείθομαι codd. ἐπιπείθομαι: κλαιόμενα τάδε βρέφη σφαγάς, ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας. Χορός ἦμεν ἦμην M ( ἦμεν supra scr.) κλέος σοῦ μαντικὸν πεπυσμένοι: τούτων τούτων Weil: ἠμὲν M προφήτας δ᾽ οὔτινας ματεύομεν. ματεύομεν Schütz: μαστεύομεν codd. Κασάνδρα ἰὼ πόποι, τί ποτε μήδεται; τί τόδε νέον ἄχος μέγα μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽ ἑκὰς ἀποστατεῖ. Χορός τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων. ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ. Κασάνδρα ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,