ἐντός δ᾽ ἁλοῦσα ἁλοῦσα C. G. Haupt: ἂν οὖσα codd. μορσίμων ἀγρευμάτων πείθοι᾽ ἄν, εἰ πείθοι᾽: ἀπειθοίης δ᾽ ἴσως. Κλυταιμήστρα ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη, ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ. Χορός ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει. πιθοῦ πείθου codd. λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον. Κλυταιμήστρα οὔτοι θυραίᾳ θυραίᾳ Casaubon: θυραίαν codd. τῇδ᾽ τῇδ᾽ Musgrave: τήνδ᾽ codd. ἐμοὶ σχολὴ πάρα τρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλου ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός, ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν. σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει. εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον, σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί. Χορός ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου. Κλυταιμήστρα ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν, ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν, πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος. οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι. testatur M Χορός ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι. ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον, εἴκουσ᾽ εἴκουσ᾽ Robortello: ἑκοῦσ᾽ codd. ἀνάγκῃ τῇδε καίνισον ζυγόν. Κασάνδρα ὀτοτοτοτοῖ πόποι δᾶ. ὦπολλον ὦπολλον. Χορός τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου; οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν. Κασάνδρα ὀτοτοτοτοῖ πόποι δᾶ. ὦπολλον ὦπολλον.