φιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν νῆστιν ὤλεσεν νόσον. Χορός τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν πεσὸν Auratus: πεσόνθ᾽ codd. ἅπαξ θανάσιμον προπάροιθ᾽ πρόπαρ Fl ἀνδρὸς μέλαν αἷμα τίς ἂν πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων; οὐδὲ οὐδὲ ] εὖ δὲ (sine interrogationis signo 1024) Wecklein τὸν ὀρθοδαῆ τῶν φθιμένων ἀνάγειν Ζεὺς ἀπέπαυσεν ἀπέπαυσεν Hartung: αὔτ᾽ ἔπαυσ᾽ codd. ἐπ᾽ εὐλαβείᾳ; εἰ δὲ μὴ τεταγμένα μοῖρα μοῖραν ἐκ θεῶν εἶργε μὴ πλέον φέρειν, προφθάσασα καρδία γλῶσσαν ἂν τάδ᾽ ἐξέχει. νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει θυμαλγής τε καὶ οὐδὲν ἐπελ- πομένα ποτὲ καίριον ἐκτολυπεύσειν ζωπυρουμένας φρενός. Κλυταιμήστρα εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω, ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας: ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει. καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν. δουλίας μάζης τυχεῖν Enger: δουλείας μάζης βία Fl: καὶ ζυγῶν θιγεῖν βίᾳ Fa εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι ἐπιρρέπει Fa τύχης, ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις. οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς, ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην. ἕξεις ἕξεις Auratus: ἔχεις codd. παρ᾽ ἡμῶν οἷάπερ νομίζεται. Χορός σοί τοι λέγουσα παύεται σαφῆ λόγον.