θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων, φρουρᾶς ἐτείας μῆκος, ἣν ἣν Fl V Fa: δ᾽ ἦν M κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι [ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν]. seclusit Pauw καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ. εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην ἐμήν: ἐμήν suspectum: τί μήν : Hermann, sed vide 1231–2 φόβος γὰρ ἀνθ᾽ ὕπνου ἀνθ᾽ ὕπνου ] ἀντίνους Wecklein παραστατεῖ, τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ: ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ, ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος, κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου. fort. δεσποτουμένου Dübner νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων εὐαγγέλου φανέντος ὀρφναίου πυρός. ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον φάος πιφαύσκων καὶ χορῶν κατάστασιν πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν. ἰοὺ ἰού. Ἀγαμέμνονος γυναικὶ σημαίνω σημαίνω M: σημανῶ recc. τορῶς εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων ἀγγέλλων V Fa: ἀγγέλων M πρέπει: